astro iakob

 

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὐ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.
Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· Βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι· Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ Βασιλεῖς τῆς γῆς, πάντα τὰ Ἔθνη δουλεύσουσιν αὐτῷ. Ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθὸς. Φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντὸς· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν
(ψαλμ. οα΄)


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ